διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν; ἦ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καί φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καομένην, εἶτʼ εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.