Rhegion — Rhegium (city in southern Italy)
Ancient Greek word, found 133 times in the texts on Socratos.
Herodotus, Histories 1.166.3: καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν, καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον.
Thucydides, History of the Peloponnesian War 3.86.5: καταστάντες οὖν ἐς Ῥήγιον τῆς Ἰταλίας τὸν πόλεμον ἐποιοῦντο μετὰ τῶν ξυμμάχων. καὶ τὸ θέρος ἐτελεύτα.
Plutarch, Timoleon 11.1: οἱ δʼ ἐν τῷ Ῥηγίῳ Καρχηδόνιοι τοῦ Τιμολέοντος ἀνηγμένου καὶ τῆς ἐκκλησίας διαλυθείσης χαλεπῶς φέροντες, ἐν τῷ κατεστρατηγῆσθαι διατριβὴν τοῖς Ῥηγίνοις παρεῖχον, εἰ Φοίνικες ὄντες οὐκ ἀρέσκοιντο τοῖς διʼ ἀπάτης πραττομένοις.