flood-tide
Ancient Greek word, found 19 times in the texts on Socratos.
Herodotus, Histories 2.11.2: μῆκος μὲν πλόου ἀρξαμένῳ ἐκ μυχοῦ διεκπλῶσαι ἐς τὴν εὐρέαν θάλασσαν ἡμέραι ἀναισιμοῦνται τεσσεράκοντα εἰρεσίῃ χρεωμένῳ· εὖρος δέ, τῇ εὐρύτατος ἐστὶ ὁ κόλπος, ἥμισυ ἡμέρης πλόου. ῥηχίη δʼ ἐν αὐτῷ καὶ ἄμπωτις ἀνὰ πᾶσαν ἡμέρην γίνεται.
Plutarch, Aratus 9.4: … γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτε ἄφθονον ἐκέκτηντο, καὶ θαλάττῃ προσῴκουν ἀλιμένῳ, τὰ πολλὰ κατὰ ῥαχίας ἐκφερομένῃ πρὸς τὴν ἤπειρον.
Arrian, Indica 23.2: τῇ δʼ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. ἐνθαῦτα ῥηχίη τρηχέα ἦν, καὶ ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο.