show privately; hint at, suggest
Ancient Greek word, found 19 times in the texts on Socratos.
Plutarch, Caius Marius 43.1: … μάτιζε καὶ φιλανθρώπους ἀποκρίσεις ἔδωκε τοῖς πρέσβεσι, Μάριος δὲ τῷ δίφρῳ παρειστήκει φθεγγόμενος μὲν οὐδέν, ὑποδηλῶν δὲ ἀεὶ τῇ βαρύτητι τοῦ προσώπου καὶ τῇ στυγνότητι τοῦ βλέμματος ὡς εὐθὺς ἐμπλήσων φόνων τὴν πόλιν.
Plutarch, Nicias 4.6: ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει· λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις· ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.
Plutarch, Alexander 18.5: διὰ τούτων, ὡς ἔοικεν, ὑπεδηλοῦτο παρὰ τοῦ θεοῦ λαμπρὰ μὲν γενήσεσθαι καί περιφανῆ τὰ τῶν Μακεδόνων, Ἀλέξανδρον δὲ τῆς μὲν Ἀσίας κρατήσειν, ὥσπερ ἐκράτησε Δαρεῖος ἐξ ἀστάνδου βασιλεὺς γενόμενος, ταχὺ δὲ σὺν δόξῃ τὸν βίον ἀπολείψειν.