appear, show oneself over; above
Ancient Greek word, found 14 times in the texts on Socratos.
Thucydides, History of the Peloponnesian War 4.93.3: Βοιωτοὶ δὲ πρὸς τούτους ἀντικατέστησαν τοὺς ἀμυνουμένους, καὶ ἐπειδὴ καλῶς αὐτοῖς εἶχεν, ὑπερεφάνησαν τοῦ λόφου καὶ ἔθεντο τὰ ὅπλα τεταγμένοι ὥσπερ ἔμελλον, ὁπλῖται ἑπτακισχίλιοι μάλιστα καὶ ψιλοὶ ὑπὲρ μυρίους, ἱππῆς δὲ χίλιοι καὶ πελτασταὶ πεντακόσιοι.
Plutarch, Camillus 36.5: … μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφʼ οὗ βεβηκὼς ὁ Μάλλιος ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν· αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖσε καὶ δακρύων …
Plutarch, Titus Flamininus 4.4: … μὲν ἄλλας ἡμέρας διανέπαυε τὸν στρατόν ὅσα μὴ περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους, καθʼ ἣν δὲ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες, ἅμʼ ἡμέρᾳ πᾶν μὲν βαρὺ, πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει· καὶ τριχῇ νείμας τὴν δύναμιν …