Orontes — the most renowned river of Syria, used by the poet Juvenal for the country, in Tiberim defluxit…
Ancient Greek word, found 54 times in the texts on Socratos.
Plutarch, Aratus 3.4: τοῦτον ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην, Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρτίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτο ἔγνωσαν, καταπατηθῆναι.
Plutarch, Artaxerxes 27.4: … ἦν δὲ τοιαῦτα, πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δὲ Ὀρόντῃ, Τηριβάζῳ δὲ Ἄμηστριν. καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δὲ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντʼ ἐκείνη …
Plutarch, Regum et imperatorum apophthegmata 10.1: Ὀρόντης, ὁ βασιλέως Ἀρτοξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν διʼ ὀργὴν καὶ καταγνωσθεὶς ἔφη καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας τιθέναι δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.