bringing out, divulging
Ancient Greek word, found 11 times in the texts on Socratos.
Herodotus, Histories 3.71.4: λέγει πρὸς ταῦτα Δαρεῖος ἄνδρες οἱ παρεόντες, τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε, ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα· ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον, ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα.
Diogenes Laertius, Vitae philosophorum 6.2.52: … κατατεθνηώτων; ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.
Dionysius of Halicarnassus, Antiquitates Romanae 8.28.1: φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτʼ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μη …