furnish oneself with food; provender
Ancient Greek word, found 41 times in the texts on Socratos.
Herodotus, Histories 7.176.5: τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο· τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον. κώμη δὲ ἐστὶ ἀγχοτάτω τῆς ὁδοῦ Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες.
Thucydides, History of the Peloponnesian War 6.94.3: καὶ ἀποπλεύσαντες ἐς Κατάνην, ἐκεῖθεν δὲ ἐπισιτισάμενοι, πάσῃ τῇ στρατιᾷ ἐχώρουν ἐπὶ Κεντόριπα, Σικελῶν πόλισμα, καὶ προσαγαγόμενοι ὁμολογίᾳ ἀπῇσαν, πιμπράντες ἅμα τὸν σῖτον τῶν τε Ἰνησσαίων καὶ τῶν Ὑβλαίων.
Plutarch, Antony 40.1: … αὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον ἢ χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφ …
All forms of ἐπισιτίζομαι