question again; ask over again
Ancient Greek word, found 27 times in the texts on Socratos.
Xenophon, Memorabilia 3.1.11: … τάττειν οὔτε ἄγειν ὡσαύτως προσήκει. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐ διεσαφήνιζε ταῦτα. νὴ Δίʼ, ἔφη, πάλιν τοίνυν ἐλθὼν ἐπανερώτα· ἂν γὰρ ἐπίστηται καὶ μὴ ἀναιδὴς ᾖ, αἰσχυνεῖται ἀργύριον εἰληφὼς ἐνδεᾶ σε ἀποπέμψασθαι.
Plato, Cratylus 413: … ὰρ γίγνεται, τοῦτʼ ἔστι τὸ αἴτιον—καὶ Δία καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δʼ ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον· τί οὖν ποτʼ ἔστιν, ὦ ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει; δοκῶ τε ἤδη μακρότερα τ …
Plato, Theaetetus 143: … εὐθὺς οἴκαδʼ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος ἔγραφον, καὶ ὁσάκις Ἀθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτη ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνορθούμην· ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται. ἀληθῆ· ἤκ …
All forms of ἐπανερωτάω