one close after another, in close order
Ancient Greek word, found 39 times in the texts on Socratos.
Plutarch, Aemilius Paulus 36.7: καὶ τοῦτον οὐ πρότερον ἡ ψυχὴ τὸν φόβον ὠδίνουσα καὶ περισκοπουμένη τό μέλλον ὑπὲρ τῆς πόλεως ἀφῆκεν ἢ τηλικαύτῃ με προσπταῖσαι δυστυχίᾳ περὶ τὸν οἶκον, υἱῶν ἀρίστων, οὓς ἐμαυτῷ μόνους ἐλιπόμην διαδόχους, ταφὰς ἐπαλλήλους ἐν ἡμέραις ἱεραῖς μεταχειρισάμενον.
Plutarch, Pompey 25.5: … τιμῆς ἀνεπιφθόνως ὑπὲρ τοῦ Πομπηΐου διελθὼν συνεβούλευε φείδεσθαι καὶ μὴ προβάλλειν τοιοῦτον ἄνδρα κινδύνοις ἐπαλλήλοις καὶ πολέμοις, ἢ τίνα εἶπεν, ἕξετε ἄλλον, ἂν ἀπολέσητε τοῦτον; ἐκ μιᾶς γνώμης ὑπεφώνησαν ἅπαντες, σὲ αὐτόν.
Plutarch, De Alexandri magni fortuna aut virtute 1.1: … ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὤνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέπρησσεν πολεμίζων πρὸς ἀμάχους δυνάμεις καὶ …
All forms of ἐπάλληλος