spit into; spit upon
Ancient Greek word, found 12 times in the texts on Socratos.
Herodotus, Histories 1.138.2: ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης, καὶ τὰς λευκὰς περιστεράς, τὴν αὐτὴν αἰτίην ἐπιφέροντες. ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι, οὐ χεῖρας ἐναπονίζονται, οὐδὲ ἄλλον οὐδένα περιορῶσι, ἀλλὰ σέβονται ποταμοὺς μάλιστα.
Plutarch, Regum et imperatorum apophthegmata 50.17: … ος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο· τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας οὐ παύσει τις εἶπε τοῦτον ἀσχημονοῦντα;
New Testament, Matthew 26.67: Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν