inferiority, disadvantage; loss, defeat
Ancient Greek word, found 47 times in the texts on Socratos.
Plutarch, Demosthenes 11.1: τοῖς δὲ σωματικοῖς ἐλαττώμασι τοιαύτην ἐπῆγεν ἄσκησιν, ὡς ὁ Φαληρεύς Δημήτριος ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκούειν πρεσβύτου γεγονότος, τὴν μὲν ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιάζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα,
Plutarch, Consolatio ad Apollonium 6·2: … αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη.
Plutarch, De Alexandri magni fortuna aut virtute 1.9·2: ταῦτʼ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα …
All forms of ἐλάττωμα