removal; purgation
Ancient Greek word, found 16 times in the texts on Socratos.
Herodotus, Histories 8.44.1: … ν ἀπὸ τοῦ Ἀρτεμισίου, ὡς ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων. οὗτοι μέν νυν τούτους σώζοντες ἐλείφθησαν.
Plutarch, Solon 21.5: ἐναγίζειν δὲ βοῦν οὐκ εἴασεν, οὐδὲ συντιθέναι πλέον ἱματίων τριῶν, οὐδʼ ἐπʼ ἀλλότρια μνήματα βαδίζειν χωρὶς ἐκκομιδῆς. ὧν τὰ πλεῖστα καὶ τοῖς ἡμετέροις νόμοις ἀπηγόρευται· πρόσκειται δὲ τοῖς ἡμετέροις ζημιοῦσθαι τοὺς τὰ τοιαῦτα …
Plutarch, Fabius Maximus 24.4: τοῦ δὲ Φαβίου τὸν υ ἱὸν ἀποθανεῖν συνέβη· καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα, τὸ δʼ ἐγκώμιον, ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσήκοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ, καὶ γράψας τὸν λόγον ἐξέδωκεν.