Anaxandrides — king of Sparta, father of Cleomenes and Leonidas
Ancient Greek word, found 38 times in the texts on Socratos.
Herodotus, Histories 1.67.1: κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας, κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν, τρόπῳ τοιῷδε γενόμενοι.
Diogenes Laertius, Vitae philosophorum 3.1.26: … πομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως· ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων. ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ· ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερ〈εὶ〉 Πλάτων. ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν· ὡς ἀνέπλασσε …
Plutarch, Apophthegmata Laconica 10.1: Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγὴν ὦ λῷστε ἔφη μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.