beat off
Ancient Greek word, found 17 times in the texts on Socratos.
Herodotus, Histories 2.29.2: ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον· ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι· ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου.
Plutarch, Brutus 43.2: μελλήσει δέ τινι καὶ διατριβῇ μᾶλλον ἢ προθυμίᾳ καὶ λογισμῷ στρατηγῶν ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων περιελαμβάνετο· καὶ τῶν ἱππέων εὐθὺς ἀπορραγέντων φυγῇ πρὸς τὴν θάλασσαν ὁρῶν καὶ τοὺς πεζοὺς ἐνδιδόντας ἐπειρᾶτο κατέχειν καὶ παρακαλεῖν.
Lucian of Samosata, Contemplantes 19: … ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι ἐπαύσαντο· πᾶσι δʼ οὖν ἀπορραγῆναι ἀναγκαῖον. οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας, ὦ Χάρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ.