set against; so as to oppose
Ancient Greek word, found 80 times in the texts on Socratos.
Herodotus, Histories 4.50.4: ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῶ θέρει ἢ ἐν τῷ χειμῶνι, τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται, ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα.
Thucydides, History of the Peloponnesian War 2.85.2: ἐδόκει γὰρ αὐτοῖς ἄλλως τε καὶ πρῶτον ναυμαχίας πειρασαμένοις πολὺς ὁ παράλογος εἶναι, καὶ οὐ τοσούτῳ ᾤοντο σφῶν τὸ ναυτικὸν λείπεσθαι, γεγενῆσθαι δέ τινα μαλακίαν, οὐκ ἀντιτιθέντες τὴν Ἀθηναίων ἐκ πολλοῦ ἐμπειρίαν τῆς σφετέρας δι’ ὀλίγου μελέτης. ὀργῇ οὖν ἀπέστελλον.
Diogenes Laertius, Vitae philosophorum 1.6.90: … ταν Κλεόβουλον ἀενάοις ποταμοῖς ἄνθεσί τʼ εἰαρινοῖς ἀελίου τε φλογὶ χρυσέας τε σελάνας καὶ θαλασσαίαισι δίνῃς ἀντιθέντα μένος στάλας; ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ φωτὸς ἅδε βουλά. οὐ γὰρ …
All forms of ἀντιτίθημι