Antichrist
Ancient Greek word, found 15 times in the texts on Socratos.
New Testament, 1 John 2.18: Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
Eusebius of Caesarea, Ecclesiastical History 3.18.2: γράφων γέ τοι ὁ Εἰρηναῖος περὶ τῆς ψήφου τῆς κατὰ τὸν ἀντίχριστον προσηγορίας φερομένης ἐν τῇ Ἰωάννου λεγομένῃ Ἀποκαλύψει, αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν πρὸς τὰς αἱρέσεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν
Basil, Saint, Bishop of Caesarea, Epistulae 264: … τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. …