examine carefully; consider a second time
Ancient Greek word, found 15 times in the texts on Socratos.
Plutarch, Timoleon 0.2: οὐδὲν γὰρ ἀλλʼ ἢ συνδιαιτήσει καὶ συμβιώσει τὸ γινόμενον ἔοικεν, ὅταν ὥσπερ ἐπιξενούμενον ἕκαστον αὐτῶν ἐν μέρει διὰ τῆς ἱστορίας ὑποδεχόμενοι καὶ παραλαμβάνοντες ἀναθεωρῶμεν ὅσσος ἔην οἷός τε, τὰ κυριώτατα καὶ κάλλιστα πρὸς γνῶσιν ἀπὸ τῶν πράξεων λαμβάνοντες.
Plutarch, Cato the Younger 14.2: … εφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ ἡ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, ἀλλʼ ἔγνωσαν ὅτι θαυ …
Plutarch, De cohibenda ira 12: … μα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλʼ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπʼ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμ …