grape; vine
Ancient Greek word, found 12 times in the texts on Socratos.
Herodotus, Histories 1.212.2: ἄπληστε αἵματος Κῦρε, μηδὲν ἐπαερθῇς τῷ γεγονότι τῷδε πρήγματι, εἰ ἀμπελίνῳ καρπῷ, τῷ περ αὐτοὶ ἐμπιπλάμενοι μαίνεσθε οὕτω ὥστε κατιόντος τοῦ οἴνου ἐς τὸ σῶμα ἐπαναπλέειν ὑμῖν ἔπεα κακά, τοιούτῳ φαρμάκῳ δολώσας ἐκράτησας παιδὸς τοῦ ἐμοῦ, ἀλλʼ οὐ μάχῃ κατὰ τὸ καρτερόν.
Plutarch, Caesar 9.3: … γενέσθαι φασί, Ῥωμαῖοι δὲ νύμφην δρυάδα Φαύνῳ συνοικήσασαν, Ἕλληνες δὲ τῶν Διονύσου μητέρων τὴν ἄρρητον. ὅθεν ἀμπελίνοις τε τὰς σκηνὰς κλήμασιν ἑορτάζουσαι κατερέφουσι, καὶ δράκων ἱερὸς παρακαθίδρυται τῇ θεῷ κατὰ τὸν μῦθον. ἄνδρα …
Plutarch, Quaestiones Convivales 3.2.1·2: ἀλλά μοι δοκεῖ καθάπερ οἱ φίλοινοι, μὴ παρόντος ἀμπελίνου, κριθίνῳ χρῶνται πώματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν· οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ …