to be licentious
Ancient Greek word, found 29 times in the texts on Socratos.
Plutarch, Alcibiades 36.2: ὅπως αὐτὸς ἐπʼ ἀδείας χρηματίζηται περιπλέων καὶ ἀκολασταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις Ἀβυδηναῖς καὶ Ἰωνίσιν, ἐφορμούντων διʼ ὀλίγου τῶν πολεμίων. ἐνεκάλουν δʼ αὐτῷ …
Plutarch, Aemilius Paulus 38.8: ἐκβαλεῖν τε γὰρ ἔξεστι συγκλήτου τὸν ἀπρεπῶς ζῶντα τοῖς τιμηταῖς, καὶ προγράψαι τὸν ἄριστον, ἵππου τʼ ἀφαιρέσει τῶν νέων ἀτιμάσαι τὸν ἀκολασταίνοντα. καὶ τῶν οὐσιῶν οὗτοι τὰ τιμήματα καὶ τὰς ἀπογραφὰς ἐπισκοποῦσιν.
Plutarch, Quomodo adulator ab amico internoscatur 7·2: ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ …
All forms of ἀκολασταίνω