consult an oracle
Ancient Greek word, found 26 times in the texts on Socratos.
Herodotus, Histories 1.55.1: δωρησάμενος δὲ τοὺς Δελφοὺς ὁ Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον· ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην, ἐνεφορέετο αὐτοῦ. ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος, εἴ οἱ πολυχρόνιος ἔσται ἡ μουναρχίη.
Diogenes Laertius, Vitae philosophorum 7.1.2: … ὡς Τιμοκράτης ἐν τῷ Δίωνι· ἀλλὰ καὶ Πολέμωνος. Ἑκάτων δέ φησι καὶ Ἀπολλώνιος ὁ Τύριος ἐν πρώτῳ περὶ Ζήνωνος, χρηστηριασαμένου αὐτοῦ τί πράττων ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· ὅθεν ξυνέντα τὰ τῶν ἀ …
Plutarch, Apophthegmata Laconica 54.10: ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δὲ τῶν θεῶν, σὺ τοίνυν ἔφη ἐκποδών μοι κατάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.
All forms of χρηστηριάζω