stolen; stolen goods
Ancient Greek word, found 16 times in the texts on Socratos.
Lucian of Samosata, Philopseudes sive incredulus 20: … ῄει ἐν κύκλῳ τὴν αὐλὴν ὁ ἄθλιος ἐξελθεῖν οὐ δυνάμενος ὥσπερ εἰς λαβύρινθον ἐμπεσών, ἄχρι δὴ κατελήφθη ἔχων τὰ φώρια γενομένης ἡμέρας. καὶ τότε μὲν πληγὰς οὐκ ὀλίγας ἔλαβεν ἁλούς, οὐ πολὺν δὲ ἐπιβιοὺς χρόνον κακὸς κακῶς ἀπέθαν …
Flavius Josephus, Jewish Antiquities 15.86: τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας ὁ βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων·
Procopius, De Bellis 1.15.21: … καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες· οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε.