inflammation
Ancient Greek word, found 116 times in the texts on Socratos.
Plutarch, Agesilaus 27.1: ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος· ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν.
Plutarch, Alexander 35.7: καὶ γάρ ἐστιν ἡ Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπʼ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν.
Plutarch, De tuenda sanitate praecepta 22: … αχεῖαι καὶ χαραδρώδεις, καὶ βίᾳ τὴν τροφὴν ἕλκουσιν ἀεὶ λυττῶσαι, οὐκ ὀρέξεσιν ἐοικυῖαι σιτίων δεομέναις ἀλλὰ φλεγμοναῖς φαρμάκων καὶ καταπλασμάτων. ὅθεν ἡδοναὶ μὲν ὀξεῖαι καὶ ἀτελεῖς καὶ πολὺν ἔχουσαι σφυγμὸν καὶ οἶστρον ἐν ταῖς …