rejoice with; wish
Ancient Greek word, found 47 times in the texts on Socratos.
Plutarch, Apophthegmata Laconica 60.3: οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας ἐχούσῃ.
Plutarch, Parallela minora 16: … ριεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δ …
Plutarch, De Virtute Morali 12: … ἅμʼ ἀνοίᾳ καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδʼ ἀποτήξειεν.
All forms of συγχαίρω