filling, satisfying; satiety, surfeit
Ancient Greek word, found 14 times in the texts on Socratos.
Plutarch, Timoleon 6.3: ἵνα πράττωμεν δοκιμάσαντες, μηδʼ ὥσπερ οἱ λίχνοι τὰ πλήσμια τῶν ἐδεσμάτων ὀξυτάτῃ διώκοντες ἐπιθυμίᾳ τάχιστα δυσχεραίνουσιν ἐμπλησθέντες, οὕτως ἡμεῖς ἐπὶ ταῖς πράξεσι συντελεσθείσαις ἀθυμῶμεν διʼ ἀσθένειαν ἀπομαραινομένης τῆς τοῦ καλοῦ φαντασίας.
Plutarch, Antony 24.8: ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι.
Aretaeus of Cappadocia, De causis et signis diuturnorum morborum libri duo 2.1·3: … οι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι· γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλʼ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖ …