ride round
Ancient Greek word, found 12 times in the texts on Socratos.
Plutarch, Crassus 25.1: … ς πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.
Plutarch, Brutus 26.5: λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι.
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 3.12.4: Μενίδᾳ δὲ καὶ τοῖς ἀμφʼ αὐτὸν παρήγγελτο, εἰ περιϊππεύοιεν οἱ πολέμιοι τὸ κέρας σφῶν, ἐς πλαγίους ἐμβάλλειν αὐτοὺς ἐπικάμψαντας. τὰ μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως οὕτως ἐτέτα …