felling and carrying of wood
Ancient Greek word, found 11 times in the texts on Socratos.
Plutarch, Adversus Coloten 11: … αῖς καὶ τοῖς δόγμασιν ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν ἐρωτήματα τῷ …
Strabo, Geography 14.5.3: … ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη. κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ· καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. ε …
Flavius Josephus, The Jewish War 3.85: Φραξάμενοι δʼ αὐλίζονται κατὰ συντάξεις ἕκαστοι μεθʼ ἡσυχίας τε καὶ κόσμου. πάντα δʼ αὐτοῖς καὶ τὰ ἄλλα μετʼ εὐταξίας ἀνύεται καὶ ἀσφαλείας, ξυλεία τε καὶ ἐπισιτισμός, εἰ δέοιντο, καὶ ὑδρεία κατὰ συντάξεις ἑκάστοις.