hollow; deep valley
Ancient Greek word, found 18 times in the texts on Socratos.
Plutarch, Marcellus 29.3: τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.
Strabo, Geography 3.1.9: … έως καλούμενος λιμὴν καὶ ἡ κατὰ Ἄσταν ἀνάχυσις καὶ Νάβρισσαν. λέγονται δὲ ἀναχύσεις αἱ πληρούμεναι τῇ θαλάττῃ κοιλάδες ἐν ταῖς πλημμυρίσι καὶ ποταμῶν δίκην ἀνάπλους εἰς τὴν μεσόγαιαν ἔχουσαι καὶ τὰς ἐπʼ αὐταῖς πόλεις. εἶτʼ εὐθὺς …
Flavius Josephus, Jewish Antiquities 1.174: … ηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλ …