hard to pass, scarce passable
Ancient Greek word, found 11 times in the texts on Socratos.
Thucydides, History of the Peloponnesian War 1.107.3: … λλον κωλύσειν· διὰ δὲ τῆς Γερανείας οὐκ ἀσφαλὲς αὐτοῖς ἐφαίνετο Ἀθηναίων ἐχόντων Μέγαρα καὶ Πηγὰς πορεύεσθαι. δύσοδός τε γὰρ ἡ Γερανεία καὶ ἐφρουρεῖτο αἰεὶ ὑπὸ Ἀθηναίων, καὶ τότε ᾐσθάνοντο αὐτοὺς μέλλοντας καὶ ταύτῃ κωλύσειν.
Strabo, Geography 17.1.54·2: … ατα φυγόντος τοῦ παιδὸς καὶ κατασκάπτει· ἐξανδραποδισάμενος δʼ ἀναστρέφει πάλιν εἰς τοὐπίσω μετὰ τῶν λαφύρων, δύσοδα κρίνας τὰ προσωτέρω· τὴν δὲ Πρῆμνιν τειχίσας βέλτιον, φρουρὰν ἐμβαλὼν καὶ τροφὴν δυεῖν ἐνιαυτῶν τετρακοσίοις …
Flavius Josephus, Jewish Antiquities 15.347: αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθʼ ἕνα παρερχομένων, τὰ δʼ ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων· τὸ δʼ ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλʼ οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας·