sufficient, lasting
Ancient Greek word, found 115 times in the texts on Socratos.
Thucydides, History of the Peloponnesian War 1.15.1: τὰ μὲν οὖν ναυτικὰ τῶν Ἑλλήνων τοιαῦτα ἦν, τά τε παλαιὰ καὶ τὰ ὕστερον γενόμενα. ἰσχὺν δὲ περιεποιήσαντο ὅμως οὐκ ἐλαχίστην οἱ προσσχόντες αὐτοῖς χρημάτων τε προσόδῳ καὶ ἄλλων ἀρχῇ· ἐπιπλέοντες γὰρ τὰς νήσους κατεστρέφοντο, καὶ μάλιστα ὅσοι μὴ διαρκῆ εἶχον χώραν.
Plutarch, Solon 23.5: ἐπεὶ δὲ πρὸς ὕδωρ οὔτε ποταμοῖς ἐστιν ἀενάοις οὔτε λίμναις τισὶν οὔτʼ ἀφθόνοις πηγαῖς ἡ χώρα διαρκής, ἀλλʼ οἱ πλεῖστοι φρέασι ποιητοῖς ἐχρῶντο, νόμον ἔγραψεν, ὅπου μέν ἐστι δημόσιον φρέαρ ἐντὸς ἱππικοῦ, χρῆσθαι …
Plutarch, Fabius Maximus 11.1: … πᾶσιν ἐφεδρεύοντος. ἦν δὲ λόφος κατὰ μέσον καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφ …
All forms of διαρκής