boast, plume oneself; to boast of
Ancient Greek word, found 97 times in the texts on Socratos.
Herodotus, Histories 2.160.1: ἐπὶ τοῦτον δὴ τὸν Ψάμμιν βασιλεύοντα Αἰγύπτου ἀπίκοντο Ἠλείων ἄγγελοι, αὐχέοντες δικαιότατα καὶ κάλλιστα τιθέναι τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα πάντων ἀνθρώπων, καὶ δοκέοντες παρὰ ταῦτα οὐδʼ ἂν τοὺς σοφωτάτους ἀνθρώπων Αἰγυπτίους οὐδὲν ἐπεξευρεῖν·
Thucydides, History of the Peloponnesian War 2.39.3: ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νικηθέντες ὑφ᾽ ἁπάντων ἡσσῆσθαι.
Diogenes Laertius, Vitae philosophorum 2.8.73: … γανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ …
All forms of αὐχέω