σὸν κέρας, Οὐλιάδης δʼ αὐτὸ περισκυθίσαι,δοίη δʼ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι,θλίβοις δʼ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι.εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵανἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται,ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.εἶδος μὲν γὰρ ἄμωμον, ἐπʼ ὄμμασι δʼ ἁ περίσαμοςαἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις,οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλʼ ἐπὶ ποσσὶνοὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν.πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε,κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται, ἶσον Ἔρωτι,μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην·ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτʼ ἐς Ἠὼνεῖται· ἴδʼ ὡς φθονερὰ παγγενέτειρα φύσις.εἰ γάρ τῷ τὰ τʼ ἔνερθε τὰ θʼ ὑψόθεν ἶσα πέλοιτο,ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπʼ ἀκάνθαιςκοιμίζειν ἐθέλει, πῦρ ὑπὸ πλευρὰ βαλών·ἡ δὲ πρὶν ἐν βίβλοις πεπονημένη ἄλλʼ ἀθερίζειψυχή, ἀνιηρῷ δαίμονι μεμφομένη.Ἠγρεύθην ὑπʼ Ἔρωτος ὁ μηδʼ ὄναρ, οὐδʼ ἔμαθον πῦρἄρσεν ˘ ποιμαίνειν θερμὸν ὑπὸ κραδίας,ἠγρεύθην. ἀλλʼ οὔ με κακῶν πόθος, ἀλλʼ ἀκέραιονσύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν.τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦςβέβληται, γλυκερῆς ἄχθος ἔχων ὀδύνης.εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσαοὐκ ἐλεεῖς, καὐτὴ πεῖραν ἔχουσα πόνων;ἦ μʼ ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτʼ ἔπος εἰπεῖν,τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη;τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκοςὄμμασι τοξεύσας, τοῦτʼ ἐβόησεν ἔπος·“ τὸν θρασὺν εἷλον ἐγώ· τὸ δʼ ἐπʼ ὀφρύσι κεῖνο φρύαγμασκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.”τῷ δʼ, ὅσον ἀμπνεύσας, τόδʼ ἔφην “ φίλε κοῦρε, τί θαμβεῖς;καὐτὸν ἀπʼ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.”Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν