βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι,εἴδετε τὸν χρυσέαισι περίσκεπτον χαρίτεσσινἈντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων.ἀρκείτω· τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸνΣτασικράτη, Παφίης ἔρνος ἰοστεφάνου;καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτʼ ἤδη·οἱ δύο γὰρʼ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν.προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷΚύπριδος ὀφθαλμοὶ βλέμματα χριόμενοι,ἡρπάσατʼ ἄλλον Ἔρωτʼ , ἄρνες λύκον, οἷα κορώνησκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον.δρᾶθʼ ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτεδάκρυα, πρὸς δʼ Ἱκέτην αὐτομολεῖτε τάχος;ὀπτᾶσθʼ ἐν κάλλει, τύφεσθʼ ὑποκαόμενοι νῦν,ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμαῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται,τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸςἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιοντῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθʼ ὕψοςοὐ μέγας, οὐρανίη δʼ ἀμφιτέθηλε χάρις.ἢν δʼ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖακινήσεις, ἀλύτῳ δʼ ὡς ἀδάμαντι μένειςἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθεικοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτεἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δʼ Ἡράκλειτος,ἡδυεπὴς δὲ Δίων, ὀσφύι δʼ Οὐλιάδης.ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις,ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ τὸ λειπόμενονὡς γνῷς οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳλίχνος ἐπιβλέψῃς, μηκέτʼ ἴδοις τὸ καλόν.εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνουςπειθώ, καὶ κάλλευς ἀνθολόγοι Χάριτες,ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοιΔωρόθεος, κείσθω δʼ εἰς γόνυ Καλλικράτης,ἰαίνοι δὲ Δίων τόδʼ ἐύστοχον ἐν χερὶ τείνων