εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ.ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα, πουλύ τι κείνηςπικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος ;Οἰνοπόται δέξασθε τὸν ἐκ πελάγευς, ἅμα πόντονκαὶ κλῶπας προφυγόντʼ, ἐν χθονὶ δʼ ὀλλύμενον.ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντʼ ἐπὶ γαῖανἀγρεύσας ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως,ἐνθάδʼ ὅπου τὸν παῖδα διαστείχοντʼ ἐνόησα·αὐτομάτοις δʼ ἄκων ποσσὶ ταχὺς φέρομαι.κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.ἀλλὰ φίλοι, ξεῖνοι, βαιὸν ἐπαρκέσατε,ἀρκέσατʼ , ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτοςδέξασθʼ ὀλλύμενον τὸν φιλίας ἱκέτην.ἁ Κύπρις θήλεια γυναικομανῆ] φλόγα βάλλει·ἄρσενα δʼ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ.ποῖ ῥέψω; ποτὶ παῖδʼ ἢ ματέρα; φαμὶ δὲ καὐτὰνΚύπριν ἐρεῖν· νικᾷ τὸ θρασὺ παιδάριοντλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλὰ τινʼ αἰεὶδινεύεις στεροπὴν καύματος ἀρσενικοῦ.ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσωνἸσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους.οὐ μούνοις δʼ ἐπὶ τοῖσι δεδόρκαμεν ἀλλʼ ἐπιπάντωνἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες,Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις·ᾗ μὲν ἐπʼ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοιὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος.τμήξατʼ, ἐμοὶ τοῦθʼ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίηννειμάμενοι, κλήρῳ τἀμὰ φέρεσθε μέλη.Κύπρι, τί μοι τρισσοὺς ἐφʼ ἕνα σκοπὸν ἤλασας ἰούς,ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη;καὶ τῇ μὲν φλέγομαι, τῇ δʼ ἕλκομαι· ᾗ δʼ ἀπονεύσω,διστάζω, λάβρῳ δʼ ἐν πυρὶ πᾶς φλέγομαι.οὐκέτʼ ἐρῶ. πεπάλαικα πόθοις τρισὶν εἷς μὲν ἑταίρης,εἷς δέ με παρθενικῆς, εἷς δὲ μʼ ἔκαυσε νέου·καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μέν, ἑταίρηςπείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας·ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος,ἓν τὸ ποθεινότατον παιδὶ φίλημα διδούς.οἴμοι· πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου