φημὶ πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;μᾶλλον τῶν καλύκων δʼ ἐρυθαίνετο, καὶ κατακύψαςφησὶ μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.ὠνοῦμαι προφάσει στεφάνους, καὶ οἴκαδʼ ἀπελθὼνἐστεφάνωσα θεούς, κεῖνον ἐπευξάμενος.ἄρτι καλός, Διόδωρε, σύ, καὶ φιλέουσι πέπειρος·ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα.εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος,καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες,οὐδʼ οὕτω φεύγω τὸν ἐρώμενον ἀλλὰ τὸ κάλλοςτούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον.ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον, οὐκ ἐδυνήθην,κείνου, πῶς εἴπω; πάντα παρασχομένου.ἀλλʼ ἐμὲ μηκέτʼ ἔχοιτε φίλοι φίλον, ἀλλʼ ἀπὸ πύργουῥίψατʼ, ἐπεὶ λίην Ἀστυάναξ γέγονα,ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖςπαιδὸς ἐφᾷ Λάδων. σύντομος ἡ Νέμεσις.ἰητροὺς εὗρόν ποτʼ ἐγὼ λείους δυσέρωτας,τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου.οἱ δέ γε φωραθέντες, ἔχʼ ἡσυχίην ἐδέοντο·κἀγὼ ἔφην σιγῶ, καὶ θεραπεύσετέ με.Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰςχρήσεται ἀκμαίην, Κύπρι, καθʼ ἡλικίην,ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα.εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχʼ ἐν βαλανείῳ,ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται.μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμωνλακτίζειν κραδίην ἡμετέρην ἱκανός·ἀλλʼ ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθʼ ὅτε καὶ σὺαἰτήσεις τοιάνδʼ ἐξ ἑτέρων χάριτα.οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶἄρσενες ἀσβέστῳ θῆκαν ὑπʼ ἀνθρακιῇ.πλειότερον τόδε θάλπος· ὅσον δυνατώτερος ἄρσηνθηλυτέρης, τόσσον χὠ πόθος ὀξύτερος.τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαιεὐμαρὲς, οὔτε εἰπεῖν ἐστί τι νόσφι πόθων.καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δʼ ἐπίδοιμιΞεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος.τοὔνεκεν οὐ φεύγειν γλυκὺν ἵμερον, ἀλλὰ διώκειν,