τείνοιτʼ ἀργυρέων ἰοδόκος φαρέτρη,καὶ σταίης παρʼ Ἔρωτα, φίλʼ, Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,οὐδʼ αὐτὴ Κύπρις γνώσεται ὃν τέτοκεν.εἰ χλαμύδʼ εἶχεν Ἔρως, καὶ μὴ πτερά, μηδʼ ἐπὶ νώτωντόξα τε καὶ φαρέτραν, ἀλλʼ ἐφόρει πέτασον,ναί, τὸν γαῦρον ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲνἦν ἂν Ἔρως, ὁ δʼ Ἔρως τἄμπαλιν Ἀντίοχος.Ἀντίπατρὸς μʼ ἐφίλησ’ ἤδη λήγοντος ἔρωτος,καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης·δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες,φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτοςτραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται;μή, μή, πρὸς σὲ Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε,κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον.αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσανλήψετʼ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδαοἴδατε, τοῦ πικροῦ γευσάμενοι μέλιτος,ψυχρὸν ὕδωρ † νίψαι, ψυχρόν, τάχος, ἄρτι τακείσηςἐκ χιόνος τῇ μῇ χεῖτε περὶ κραδίῃ·ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλʼ, ὁμόδουλοι,πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπʼ ἐμεῦ σβέσατε.ἔσπευδον τὸν Ἔρωτα φυγεῖν ὁ δὲ βαιὸν ἀνάψαςφανίον ἐκ τέφρης, εὗρέ με κρυπτόμενον·κυκλώσας δʼ οὐ τόξα, χερὸς δʼ ἀκρώνυχα δισσόν,κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλενἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέγγοςλάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ.οὒ μʼ ἔτρωσεν Ἔρως τόξοις,. οὐ λαμπάδʼ ἀνάψας,ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ·σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲςφανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλενἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθηπῦρ ψυχῆς τῇ μῇ καιόμενον κραδίᾳ.ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖανἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενονἕλκει τῇδʼ ὁ βίαιος Ἔρως· φλόγα δʼ οἷα προφαίνωνπαιδὸς † ἀπεστρέπτει κάλλος ἐραστὸν ἰδεῖν.βαίνω δʼ ἴχνος ἐπʼ ἴχνος, ἐν ἀέρι δʼ ἡδὺ τυπωθὲν