καὶ τίς ἂν εἴην εἰ πάντων σοι τῶν εἰρημένων τὴν γνῶσιν ἐκθέμενος τὴν Στράτωνος τοῦ Σαρδιανοῦ Παιδικὴν Μοῦσαν ἀπεκρυψάμην, ἢν αὐτὸς παίζων πρὸς τοὺς πλησίον ἀπεδείκνυτο, τέρψιν οἰκείαν τὴν ἀπαγγελίαν τῶν ἐπιγραμμάτων, οὐ τὸν νοῦν, ποιούμενος. ἔχου τοίνυν τῶν ἑξῆς· ἐν χορείαις γὰρ ἥ γε σώφρων, κατὰ τὸν τραγικόν, οὐ διαφθαρήσεται.ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος·ὑμῖν δʼ, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ.εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ,τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς,μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης,μηδʼ Ἴτυν ἐν θαλάμοις, καὶ ἀηδόνας ἐν πετάλοισινταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον·ἀλλʼ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα,καὶ Βρόμιον τούτοις δʼ ὀφρύες οὐκ ἔπρεπον.τῶν παίδων, Διόδωρε, τὰ προσθέματʼ εἰς τρία πίπτεισχήματα, καὶ τούτων μάνθανʼ ἐπωνυμίας.τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε,κωκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην·τὴν δʼ ἤδη πρὸς χεῖρα σαλευομένην, λέγε σαύραντὴν δὲ τελειοτέρην, οἶδας ἃ χρή σε καλεῖν.ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτουχὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος·χὠ τὰ δὶς ἑπτὰ νέμων, γλυκερώτερον ἄνθος Ἐρώτωντερπνότερος δʼ ὁ τρίτης πεντάδος ἀρχόμενος·ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲκαὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός.εἰ δʼ ἐπὶ πρεσβυτέρους τις ἔχει πόθον, οὐκέτι παίζει,ἀλλʼ ἤδη ζητεῖ τὸν δʼ ἀπαμειβόμενος.τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δʼ ἅμα τοὺς μελιχρώδειςκαὶ ξανθούς, στέργω δʼ ἔμπαλι τοὺς μέλανας.οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶςτοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ.πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν·ψηφίζων δʼ ἀφελῶς τοῦτὸ ποθʼ εὗρον ἐγώ.Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ, οὐδὲ φίλημαἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη,οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικός, οὐδʼ ἀκέραιονβλέμμα, διδασκομένη δʼ ἐστὶ κακιοτέρα.ψυχροῦνται δʼ ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο,οὐκ ἔστιν ποῦ θῇς τὴν χέρα πλαζομένην.εἶδον ἐγώ τινα παῖδα † ἐπανθοπλοκοῦντα κόρυμβον,ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια·οὐδʼ ἄτρωτα παρῆλθον· ἐπιστὰς δʼ ἥσυχος αὐτῷ