ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας,Ζεῦ, προτέρω τέρπου Γανυμήδεϊ· τὸν δʼ ἐμόν, ὦναξ,Δέξανδρον δέρκευ τηλόθεν οὐ φθονέω.εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτʼ ἀνεκτῶςδεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σοῦ,Στήσομʼ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἴ σε, Μυΐσκε,ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον.καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδʼ ἔλεξε· “τί ταρβεῖς;οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.”χὠ μὲν δὴ τάδε φησὶν ἐγὼ δʼ, ἢν μυῖα παραπτῇ,ταρβῶ μὴ ψεύστης Ζεὺς ἐπʼ ἐμοὶ γέγονεν.Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν οὐ μὰ τὸν ὀξὺνἥλιον, οὐκ ἔγνων σχέτλιε, ποῦ γέγονας;ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμωνοὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;ἔγνων Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼντὸν καλόν, ὦ μόχθηρʼ, ἔβλεπες ἀμφοτέροις.ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δʼ ἐν προθύροισιν ἄυπνοςΔᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι,σχέτλιος, Ἡράκλειτον ἰδών ἔστη γὰρ ὑπʼ αὐγὰςὀφθαλμῶν, βληθεὶς κηρὸς ἐς ἀνθρακιήν.ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτοςἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼεἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε· πλὴν ἀφανές.ἦ ῥὰ τινʼ ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπονπολλάκι· τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.† ουκισυ δίφησον ἐκεῖσε γὰρ ἡ λιθόλευστοςκείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.ἤν τι πάθω, Κλεόβουλε, ʽτὸ γὰρ πλέον ἐν πυρὶ παίδωνβαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ·̓λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι,κάλπιν, ἐπιγράψας δῶρον Ἔρως Ἀίδῃ.εἰ πτερά σοι προσέκειτο, καὶ ἐν χερὶ τόξα καὶ ἰοί,οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.εἰ μὴ τόξον Ἔρως, μηδὲ πτερά, μηδὲ φαρέτραν,μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας,οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτʼ ἂν ἔγνωςἐκ μορφᾶς τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως.εἰ καθύπερθε λάβοις χρύσεα πτερά, καί σευ ἀπʼ ὤμων