βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκʼ, Ἀρίβαζε,τὰν Κνίδον ἁ πέτρα θρυπτομένα, φέρεται.ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθεἀλλʼ Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν.σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτʼ ἔπος αὐδᾷ·καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ·καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπʼ ὄσσωνλαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.Ζεύς Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷαΚύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ·μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶςμάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου.εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον,νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.εἰ Ζεὺς κεῖνος ἔτʼ ἐστίν, ὁ καὶ Γανυμήδεος ἀκμὴνἁρπάξας, ἵνʼ ἔχῃ νέκταρος οἰνοχόον,κἠμοὶ τὸν καλόν ἐστιν ἐνὶ σπλάγχνοισι Μυΐσκονκρύπτειν, μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας.Κρίνατʼ, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶςἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι.εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατʼ, Ἔρωτες,Δωρόθεος τίνος ἦν, καὶ τίνι νῦν δέδοται.ἐν φανερῷ φωνεῦσιν· ἐμὴ χάρις. — “ ἀλλʼ ἀποχώρει.μὴ % μετι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.”τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γʼ ἀναρθείς,Ζεῦ πάτερ, ἀθανάτοις δεύτερος οἰνοχοεῖ;αἰετέ, τὸν χαρίεντα, ποτὶ πτερὰ πυκνὰ τινάξας,πῶς ἔφερες; μή που κνίσματʼ ὄνυξιν ἔχει;οὐκ ἐθέλω Χαρίδαμον ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶνοὐκ ἐθέλω· τί δέ μοι τὸν ἐπουρανίων βασιλῆαἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;ἀρκοῦμαι δʼ, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον,ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,μναμόσυνον στοργῆς· γλυκὺ δʼ ὄμμασι νεῦμα δίυγρονδοίη, καί τι φίλημʼ ἁρπάσαι ἀκροθιγές.τἆλλα δὲ πάντʼ ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δʼ ἐθελήσοι,