πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην,ἤν που ἐπʼ ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητεΦανίον εἰς χαροπὸν δερκομεναν πέλαγος,τοῦτʼ ἔπος ἀγγείλαιτε, “καλαὶ νέες, ὥς με κομίζειἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.εἰ” γὰρ τοῦτʼ εἴποιτʼ, εὐάγγελοι, αὐτίκα καὶ Ζεὺςοὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας.ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσαἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον,ἀλλά, νέοι, στέργοιτε νέον Πόθον ἦ γὰρ ὁ κοῦροςεὕρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως.Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου,κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων·Κεκροπίαν δʼ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος,ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως.ἡ δʼ ἀνὰ κῦμʼ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνηνῦν κάλλει δούλην Ἑλλάδʼ ὑπηγάγετο.εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυσ’ ἜρωτοςΠραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος,νῦν δʼ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα,αὑτὸν ἀπεικονίσας, ἔπλασε Πραξιτέλην·ὄφρʼ ὁ μὲν ἐν θνατοῖς, ὁ δʼ ἐν αἰθέρι φίλτρα βραβεύῃ,γῆς θʼ ἅμα καὶ μακάρων σκηἸττροφορώσι Πόθοι,ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδακαινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.Πραξιτέλης ὁ πάλαι ζωογλύφος ἁβρὸν ἄγαλμαἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον,πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν, ἔμψυχα μαγεύων,τὸν τριπανοῦργον Ἔρωτʼ ἔπλασεν ἐν κραδίᾳ.ἦ τάχα τοὔνομʼ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσδω,οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας.ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσαςἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοιςαἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον.τόσσον δʼ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοιςἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκοςἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος.ἢν ἐνίδω Θήρωνα, τὰ πάνθʼ ὁρῶ· ἢν δὲ τὰ πάντα