ὄρτυξ, καὶ ῥαπτὴ σφαῖρα, καὶ ἀστράγαλοι·νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δʼ οὐδὲν ἐκεῖναἰσχύει. ζητεῖτʼ ἄλλο τι, παιδοφίλαι.ναὶ ναὶ βάλλετʼ, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖςκεῖμαι. μὴ φείσησθʼ, ἄφρονες· ἢν γὰρ ἐμὲνικήσητʼ, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθετοξόται, ὡς μεγάλης δεσπόται ἰοδόκης.οὐκ εἴμʼ οὐδʼ ἐτέων δύο κεἴκοσι, καὶ κοπιῶ ζῶν.Ὥρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,ὡς τὸ πάρος παίξεσθʼ ἄφρονες ἀστραγάλοις.ματρὸς ἔτʼ ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζωνἀστραγάλοις τοὐμὸν πνεῦμʼ ἐκύβευσεν Ἔρως.κεῖμαι· λὰξ ἐπίβαινε κατʼ αὐχένος, ἄγριε δαῖμον.οἶδά σε, ναὶ μὰ θεούς, καὶ ˘ βαρὺν ὄντα φέρεινοἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δʼ ἐπʼ ἐμὴν φρένα πυρσούς,οὐ φλέξεις· ἤδη πᾶσα γάρ ἐστι τέφρη.Ζωροπότει, δύσερως, καὶ σοῦ φλόγα τὰν φιλόπαιδακοιμάσει λάθας δωροδότας Βρόμιος·ζωροπότει, καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας,ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν.πῖνʼ, Ἀσκληπιάδη· τί τὰ δάκρυα ταῦτα; τί πάσχειςοὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,οὐδʼ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺςπικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς·ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;πίνωμεν, δύσερως· ˘ μετά τοι χρόνον οὐκέτι πουλύν,σχέτλιε, τὴν μακρὰν νύκτʼ ἀναπαυσόμεθα.ἔγχει, καὶ πάλιν εἰπέ, Διοκλέος· οὐδʼ Ἀχελῷοςκείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶφησὶν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες,ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον.τρὶς μάκαρες νᾶες, τρὶς δʼ ὄλβια κύματα πόντου,τετράκι δʼ εὐδαίμων παιδοφορῶν ἄνεμος,εἴθʼ εἴην δελφίς, ἵνʼ ἐμοῖς βαστακτὸς ἐπʼ ὤμοιςπορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης