κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει.ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶςἄρξῃ χαῖρε λέγειν οὐκ ἀποκρινομένοις.νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλοςἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·εἶτα λέγεις ἥδιον ἐμοὶ τόδε. καὶ τίς ἂν εἴποικρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεωμυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως,Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδουςμηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι.ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,ὦ πυγά· κνώσσειν δʼ οὐδὲ γέροντας ἐᾷς.λέξον μοι. τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδωνκοσμεῖς; ἁ πυγὰ δʼ εἶπε· Μενεκράτεος.ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆςἄνθος, καὶ χαρίτων λοιπὸν ἔτʼ οὐδʼ ὄνομα,ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτεμηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες.μὴ κδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρειοὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου.γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπʼ ἀκάνθαιςεὑρήσεις ῥοδέαν φυομένην κάλυκα,οὐκέτι μοι Θήρων γράφεται καλός, οὐδʼ ὁ πυραυγὴςπρίν ποτε, νῦν δʼ ἤδη δαλός, Ἀπολλόδοτος.στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμαλασταύρων μελέτω ποιμέσιν αἰγοβάταις.βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξειςπαιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ,καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δʼ ἁλιεύῃὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον,ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον οὐδὲ γὰρ αἰδὼςοὐδʼ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται,ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳχαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνηςπίνω· σικχαίνω πάντα τὰ δημόσια.Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖντοῦτο σαφῶς, ἠχὼ φησί τις ἄλλος ἔχει.ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας