φοινίξειν βωμοὺς ὡμολόγησα τεούς.νῦν θʼ αὑτῷ Πολέμων ἀνασῴζεται· οὐκέτʼ ἀφῖκται,Φοῖβε, δασὺς δʼ ἥκων οὐκέτι σῶος ἐμοί.αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς,ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος.σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς,ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος·οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις,τοιούτου τλήμων εἵνεκεν εὐξάμενος.οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν,ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.Κῦρος κύριός ἐστι· τί μοι μέλει, εἰ παρὰ γράμμα;οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω.Πρώταρχος καλός ἐστι, καὶ οὐ θέλει· ἀλλὰ θελήσειὕστερον· ἡ δʼ ὥρη λαμπάδʼ ἔχουσα τρέχει.ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι,μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ·καὶ γνώσῃ φιλέοντος ὅση σπάνις. ἀλλʼ ἔτι καὶ νῦντῆς ἀμετακλήτου φρόντισον ἡλικίης.ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος ᾧ σεσάλευμαι,Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος·ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ,καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην.ἀλλʼ ὅτε σοι σπινθῆρος ἔτʼ ἴχνια βαιὰ λέλειπται,φειδωλὴν ἀπόθου· καιρὸς Ἔρωτι φίλος.μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον·ὥρη κάλλιστον, χʼ ὥρη ἐλαφρότατονὥρην οὐδʼ ὁ τάχιστος ἐν αἰθέρι παρφθάσει ὄρνις.νῦν ἴδε, πάντʼ ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται.ἦν καλὸς Ἡράκλειτος, ὅτʼ ἦν ποτε· νῦν δὲ παρʼ ἥβηνκηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις.ἀλλά, Πολυξενίδη, τάδʼ ὁρῶν, μὴ γαῦρα φρυάσσου·ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις.πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν,πάντων ἀνθρώπων τὸν μακαριστότατον.εἷς αὐτοῦ κατέκειθʼ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον,εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου·ἡ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸνφημί σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;χαῖρέ ποτʼ οὐκ εἰπόντα προσεῖπέ τις· ἀλλʼ ὁ περισσὸς