οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον.ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων,πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω.τίς τούτων δοῦλος, τίς ἐλεύθερος; οὐ δύναμʼ εἰπεῖν.ἄνθρωπος τούτων κύριος; οὐ δύναται.εἰ δʼ ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδηνἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους;οὐδʼ αὐτή σ’ ἡ λέξις, ἀκοινώνητε, διδάσκει,ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη;πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούτταις.πρὸς τοῦτʼ ἀντειπεῖν μή τι πάλιν δύνασαι;Πύθιʼ ἀγωνοθετῶ, σὺ δʼ Ὀλύμπια· χοὒς ἀποβάλλωνἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ.πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε, χειρὶ τρυγήσαςπαίδων ἄνθος, Ἔρως ψυχαπάτην στέφανον.ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον,ἐν δʼ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον.ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπʼ ἀκάνθης† εἳς ῥόδον, οἰνάνθη δʼ ὥς τις ἔθαλλε Δίωνχρυσάνθη δὲ κόμαισι κρόκον Θήρωνα συνῆψενἐν δʼ ἔβαλʼ ἑρπύλλου κλωνίον Οὐλιάδην,ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίηςἱμερτοὺς δʼ Ἀρέτου κλῶνας ἀπεδρέπετο.ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουνἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς,ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθονὑμνοθετᾶν βύβλῳ τᾷδʼ ἐνελιξάμενονἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.οὖλα δʼ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις,σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα,πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους·ἄλλα δʼ ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσωγράμματʼ , ἐπεί τις ἐμοὶ τοῦτʼ ἐνέδωκε θεός.