τῶν ἄλλων ζῴων τοῦτʼ ἔχομεν τὸ πλέον,πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται,τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον.ζεῦγος ἀδελφειῶν με φιλεῖ. οὐκ οἶδα τίνʼ αὐτῶνδεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω.χὠ μὲν ἀποστείχει, ὁ δʼ ἐπέρχεται· ἔστι δὲ τοῦ μὲνκάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον.οἷον ἐπὶ Τροίῃ ποτʼ ἀπὸ Κρήτης, Θεόδωρε,Ἰδομενεὺς θεράποντʼ ἤγαγε Μηριόνην,τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνοςἄλλα μὲν ἦν θεράπων, ἄλλα δʼ ἑταιρόσυνος·καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι·νύκτα δὲ ˘ πειρῶμεν, ναὶ Δία, Μηριόνην.τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει,πάντα συνὼν αὐτῷ μηδʼ ἀπολειπόμενος;τίς δύνατʼ οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων;εἰ δʼ ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει;Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσαπαιδὸς ἐφʼ ὑαλέην ὄψιν ὑπερπέτασαι;οὐ παύσῃ βομβεῦσα, καὶ ἀνθολόγοισι θέλουσαποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;ἔρρʼ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλουςμή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρηνἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα,υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶςἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος.νῦν δʼ αὐτῷ τί φέρων δωρήσομαι; οὔτʼ ἀπάτης γὰρἄξιος, Ἑσπερίης οὔτʼ ἐπιορκοσύνης.πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείραςεἴχομεν ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντωνὕστερον· ἔστω γὰρ πάντα καθʼ ἡλικίην.Ἐμπρήσω σε, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικονσυμφλέξας μεθύων, εὐθὺς ἄπειμι φυγάς,καὶ πλώσας Ἀδριανὸν ἐπʼ οἴνοπα πόντον, ἀλήτηςφωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις.δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃςκεἲ μʼ ὁ καλὸς χλεύην ἔσχἐ χοροιτυπίης.ἀλλʼ, εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως,