οὐκ εἰδὼς αὐτὴν Φάσματος ὀξυτέρην.ποιήσει σ’ ὁ χρόνος Μισούμενον, εἶτα Γεωργόν,καὶ τότε μαστεύσεις τὴν Περικειρομένην.εἰ κάλλει καυχᾷ, γίνωσχʼ ὅτι καὶ ῥόδον ἀνθεῖ·ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη.ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα·ταῦτα δʼ ὁμῇ φθονέων ἐξεμάρανε χρόνος.εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃεἰ δὲ μένει, τί φοβῇ τοῦθʼ ὃ μένει διδόναι;εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν;καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει.ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δʼ ὑλακτῶνοὔθʼ αὑτῷ παρέχει τἀγαθὸν, οὔθʼ ἑτέρῳ.χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσεὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι.μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις·οἶδα τὸ ποῦ, καὶ πῶς, καὶ τίνι, καὶ τὸ πόσου.ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσινοἱ κύνεοι πῶλοι μειρακιευόμενοι·ἀμφαλλὰξ δʼ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται,τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι.οὐ πλεονεκτεῖται δʼ οὐδʼ ἅτερος· ἄλλοτε μὲν γὰρἵσταται ὁ προδιδοὺς ἄλλοτʼ ὄπισθε πάλιν.τοῦτʼ ἐστὶν πάντως τὸ προοίμιον· εἰς γὰρ ἀμοιβήν,ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.πέντʼ αἰτεῖς, δέκα δώσω· ἐείκοσι δʼ † ἀντία ἕξεις.ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ.ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι,καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται·ὄρχεις δʼ ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει.οἴμοι· πυγίζειν οἶδα, καὶ οὐ δύναμαι.ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον·ἕλκε μʼ ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω.πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμʼ, ἔδειξας·νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις.εἴ με τὸ πυγίζειν ἀπολώλεκε, καὶ διὰ τοῦτο† ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει.ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν,καίομαι· ἢν ξανθὸν δʼ, εὐθὺς ὅλος λέλυμαι.πᾶν ἄλογον ζῷον βινεῖ μόνον οἱ λογικοὶ δὲ