μίμνετον ἀλλήλων, ᾤχετʼ ἀποπτάμενα.οὐδέποτʼ ἠελίου φάος ὄρθριον ἀντέλλοντοςμίσγεσθαι ταύρῳ χρὴ φλογόεντα κύνα,μή ποτε καρπολόχου Δημήτερος ὑγρανθείσης,βρέξῃς τὴν λασίην Ἡρακλέους ἄλοχον.πάννυχα μυδαλόεντα πεφυρμένος ὄμματα κλαυθμῷἄγρυπνον ἀμπαύω θυμὸν ἀδημονίῃ,ἥ με κατʼ οὖν ἐδάμασσεν ἀποζευχθέντος ἑταίρου,μοῦνον ἐπεί με λιπὼν εἰς ἰδίην Ἔφεσονχθιζὸς ἔβη Θεόδωρος· ὃς εἰ πάλι μὴ ταχὺς ἔλθοι,οὐκέτι μουνολεχεῖς κοῖτας ἀνεξόμεθα.ἤν τινα καὶ παριδεῖν ἐθέλω καλὸν ἀντισυναντῶν,βαιὸν ὅσον παραβὰς εὐθὺ μεταστρέφομαι.παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν,τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ.ἤδη δʼ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν,τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον.ἔστι δʼ ὅτʼ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δʼ οὔπωἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.ὡς ἀγαθὴ θεός ἐστι, διʼ ἣν ὑπὸ κόλπον, Ἄλεξι,πτύομεν, ὑστερόπουν ἁζόμενοι Νέμεσιν.ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλʼ ἐνόμιζεςἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον.νῦν δὲ τὸ μὲν διόλωλεν ἐλήλυθε δʼ ἡ τριχάλεπτοςδαίμων χοἰ θέραπες νῦν σε παρερχόμεθα.τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,καὶ σὺ ποτʼ ἠράσθης. οὐκέτι μακρὰ λέγω.Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν ἆ μάκαρ αἰεί,καὶ πρὶν ἐς ὅττι θέλοι χρηστὸν ἔχων πατέρακαὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δʼ ἔτι λάθρια παίζω·φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου.ὀρθὸν νῦν ἕστηκας ἀνώνυμον οὐδὲ μαραίνῃ,ἐντέτασαι δʼ ὡς ἂν μή ποτε παυσόμενονἀλλʼ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτόν,πάντα διδούς ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.τείνεο, καὶ ῥήσσου, καὶ δάκρυε πάντα ματαίως,οὐχ ἕξεις ἔλεον χειρὸς ἀφʼ ἡμετέρης.τὴν ἀκμὴν Θησαυρὸν ἔχειν, κωμῳδέ, νομίζεις,