τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ.μέχρι τίνος σε γελῶντα μόνον, μηδὲν δὲ λαλοῦνταοἴσομεν; εἶπον ἁπλῶς ταῦτα σύ, Πασίφιλε.αἰτῶ, καὶ σὺ γελᾷς· πάλιν αἰτῶ, κοὐκ ἀποκρίνῃ·̓·δακρύω, σὺ γελᾷς. βάρβαρε, τοῦτο γέλως;καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοιἐστέ· τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως;καὶ τούτοισι λαλεῖν, ἀσπαζομένους τε φιλῆσαι;τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν;πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία· κἀμὲ φιλείτω,μισθὸν καὶ παρʼ ἐμοῦ λαμβανέτω τί θέλει,οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ,ἀλλʼ ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας.πλάττων ἀνθρώπους, ἔβαλες τρίχας· ἔνθεν ὁ δεινὸςπώγων, καὶ κνήμη παισὶ δασυνομένη.εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδηνἥρπασ’ ὁ γὰρ πώγων καὶ Διὸς ἐστʼ ὀδύνη.στεῖχε πρὸς αἰθέρα δῖον, ἀπέρχεο παῖδα κομίζων,αἰετέ, τὰς διφυεῖς ἐκπετάσας πτέρυγας,στεῖχε τὸν ἁβρὸν ἔχων Γανυμήδεα, μηδὲ μεθείηςτὸν Διὸς ἡδίστων οἰνοχόον κυλίκωνφείδεο δʼ αἱμάξαι κοῦρον γαμψώνυχι ταρσῷ,μὴ Ζεὺς ἀλγήσῃ, τοῦτο βαρυνόμενος.εὐκαίρως ποτὲ παιδοτρίβης, λεῖον προδιδάσκων,εἰς τὸ γόνυ γνάμψας, μέσσον ἐπαιδοτρίβει,τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος. ἀλλὰ τυχαίωςτοῦ παιδὸς χρῄζων, ἦλθεν ὁ δεσπόσυνος·ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινενὕπτιον, ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα.ἀλλʼ οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν·παῦσαι· πνιγίζεις, φησί, τὸ παιδάριον.τερπνὸν ὅλως τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ·οὐκέτι δʼ ἐξόπιθεν καὶ παριόντα βλέπω.οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμενἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον,εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτηςφράζευ ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη.ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν ἔστι μὲν ἐν σοὶκάλλος, ἔρως δʼ ἐν ἐμοί· καίρια δʼ ἀμφότερα.ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον εἰ δʼ ἀφύλακτα