βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως.πολλὰ δʼ ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλʼ ὑπὲρ ἡμῶν,χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.μήτε λίην στυγνὸς παρακέκλισο, μήτε κατηφής,Δίφιλε, μηδʼ εἴης παιδίον ἐξ ἀγέλης.ἔστω που προύνικα φιλήματα, καὶ τὰ πρὸ ἔργωνπαίγνια, πληκτισμοί, κνίσμα, φίλημα,˘ λόγος.τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν,καὶ δύο πάσχουσιν. θαῦμα δοκῶ τι λέγειν.καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖτέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος.εἰ μὲν ἔφυς ἀμύητος ἀκμὴν ὑπὲρ οὗ σ’ ἔτι πείθω,ὀρθῶς ἂν δείσαις, δεινὸν ἴσως δοκέων.εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην,τί φθονέεις δοῦναι, ταὐτὸ λαβὼν, ἑτέρῳ;ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτʼ ἀπολύσας,εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς·ἄλλη δʼ ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις,τἆλλα δʼ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.αἰαῖ μοι· τί πάλιν δεδακρυμένον, ἢ τί κατηφές,παιδίον; εἶπον ἁπλῶς· μηδʼ ὀδύνα· τί θέλεις;τὴν χέρα μοι κοίλην προσενήνοχας· ὡς ἀπόλωλα·μισθὸν ἴσως αἰτεῖς· τοῦτʼ ἔμαθες δὲ πόθεν;οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰσήσαμα, καὶ καρύων παίγνιος εὐστοχίη·ἀλλʼ ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξαςτεθνάτω οἷόν μου παιδίον ἠφάνικεν.τῷ τοίχῳ κέκλικας τὴν ὀσφύα τὴν περίβλεπτον,Κῦρι· τί πειράζεις τὸν λίθον; οὐ δύναται.δός μοι, καὶ λάβε χαλκόν. ἐρεῖς ὅτι πλούσιός εἰμι·δώρησαι τοίνυν τὴν χάριν, ὡς βασιλεύς.νῦν ἔαρ εἶ, μετέπειτα θέρος· κἄπειτα τί μέλλειςΚῦρις; βούλευσαι, καὶ καλάμη γὰρ ἔσῃ.νῦν ὀρθή, κατάρατε, καὶ εὔτονος, ἡνίκα μηδὲνἡνίκα δʼ ἦν ἐχθές, οὐδὲν ὅλως ἀνέπνεις.ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢνκαὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα μετάθου.οἴμοι τίς σ’ ἀνέπεισε λαβεῖν δόρυ· τίς χερὶ πέλτην;τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι;ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς