φωνάς, καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσινκαὶ μὴν καὶ τόν, ὅτʼ ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντακαὶ παρέχοντα χύδην, οὐ πάνυ δή τι θέλω·ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνοντὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν.εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτʼ ἐκεῖνονδέξομʼ ἐγὼ μελάθροις, οὐ μὰ τὸν — οὐκ ὀμόσω.εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείηαὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα.πτηνὸς Ἔρως ἄγαγέν με διʼ ἠέρος, ἡνίκα, Δᾶμι,γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν σ’ ἔλεγενῥίμφα δʼ ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μουὕστερον εἰ Ζήτης ἔτρεχεν, ἢ Κάλαϊς.οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δʼ ἐγὼ οὐκ ἐθέλοντα·εὔκολος ἢν φεύγω, δύσκολος ἢν ἐπάγω.χρύσεα χαλκείων νῦν εἴπατε· δὸς λάβε παίζειΣωσιάδας ὁ καλός, καὶ Διοκλῆς ὁ δασύς.τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν;ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ;οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ·οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως μεκνίζει· πρὸς τὸ θέλειν δʼ οὐκ ἀμύητα γελᾷ·οὐ πλεῦν δʼ ἐστὶν ἐτῶν δύο καὶ δέκα. νῦν ἀφύλακτοιὄμφακες· ἢν δʼ ἀκμάσῃ, φρούρια καὶ σκόλοπεςἢν τούτῳ † φωνῇς, τὸ μέσον λάβε, καὶ κατακλίναςζεύγνυε, καὶ πρώσας πρόσπεσε, καὶ κάτεχε.οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγεταῦτα ποιεῖν· παίδων δʼ ἡ πάλη ἔσθʼ ἑτέρα.μοχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου·πρῶτον συμμελετᾶν ἢ μελετᾷν μαθέτω.ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύρανἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην.ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότʼ ἐν Ἴδῃ,τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς.εὐτυχές, οὐ φθονέω, βιβλίδιον ἦ ῥὰ σ’ ἀναγνοὺςπαῖς τις ἀναθλίψει, πρὸς τὰ γένεια τιθείς·ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν, ἢ κατὰ μηρῶνεἰλήσει δροσερῶν, ὦ μακαριστότατονπολλάκι φοιτήσεις ὑποκόλπιον, ἢ παρὰ δίφρους